Joshua 15

1Καὶ ἐγένετο τὰ ὅρια φυλῆς Ιουδα κατὰ δήμους αὐτῶν ἀπὸ τῶν ὁρίων τῆς Ιδουμαίας ἀπὸ τῆς ἐρήμου Σιν ἕως Καδης πρὸς λίβα. 2καὶ ἐγενήθη αὐτῶν τὰ ὅρια ἀπὸ λιβὸς ἕως μέρους τῆς θαλάσσης τῆς ἁλυκῆς ἀπὸ τῆς λοφιᾶς τῆς φερούσης ἐπὶ λίβα 3καὶ διαπορεύεται ἀπέναντι τῆς προσαναβάσεως Ακραβιν καὶ ἐκπεριπορεύεται Σεννα καὶ ἀναβαίνει ἀπὸ λιβὸς ἐπὶ Καδης Βαρνη καὶ ἐκπορεύεται Ασωρων καὶ προσαναβαίνει εἰς Αδδαρα καὶ περιπορεύεται τὴν κατὰ δυσμὰς καδης 4καὶ πορεύεται ἐπὶ Ασεμωνα καὶ διεκβαλεῖ ἕως φάραγγος Αἰγύπτου, καὶ ἔσται αὐτοῦ διέξοδος τῶν ὁρίων ἐπὶ τὴν θάλασσαν· τοῦτό ἐστιν αὐτῶν ὅρια ἀπὸ λιβός. 5καὶ τὰ ὅρια ἀπὸ ἀνατολῶν· πᾶσα θάλασσα ἁλυκὴ ἕως τοῦ Ιορδάνου. καὶ τὰ ὅρια αὐτῶν ἀπὸ βορρᾶ καὶ ἀπὸ τῆς λοφιᾶς τῆς θαλάσσης καὶ ἀπὸ τοῦ μέρους τοῦ Ιορδάνου· 6ἐπιβαίνει τὰ ὅρια ἐπὶ Βαιθαγλα καὶ παραπορεύεται ἀπὸ βορρᾶ ἐπὶ Βαιθαραβα, καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ λίθον Βαιων υἱοῦ Ρουβην, 7καὶ προσαναβαίνει τὰ ὅρια ἐπὶ τὸ τέταρτον τῆς φάραγγος Αχωρ καὶ καταβαίνει ἐπὶ Γαλγαλ, ἐστιν ἀπέναντι τῆς προσβάσεως Αδδαμιν, ἐστιν κατὰ λίβα τῇ φάραγγι, καὶ διεκβαλεῖ ἐπὶ τὸ ὕδωρ πηγῆς ἡλίου, καὶ ἔσται αὐτοῦ διέξοδος πηγὴ Ρωγηλ, 8καὶ ἀναβαίνει τὰ ὅρια εἰς φάραγγα Ονομ ἐπὶ νώτου Ιεβους ἀπὸ λιβός [αὕτη ἐστὶν Ιερουσαλημ], καὶ διεκβάλλει τὰ ὅρια ἐπὶ κορυφὴν ὄρους, ἐστιν κατὰ πρόσωπον φάραγγος ονομ πρὸς θαλάσσης, ἐστιν ἐκ μέρους γῆς Ραφαιν ἐπὶ βορρᾶ, 9καὶ διεκβάλλει τὸ ὅριον ἀπὸ κορυφῆς τοῦ ὄρους ἐπὶ πηγὴν ὕδατος Ναφθω καὶ διεκβάλλει εἰς τὸ ὄρος Εφρων, καὶ ἐξάξει τὸ ὅριον εἰς Βααλ [αὕτη ἐστὶν πόλις Ιαριμ], 10καὶ περιελεύσεται ὅριον ἀπὸ Βααλ ἐπὶ θάλασσαν καὶ παρελεύσεται εἰς ὄρος Ασσαρες ἐπὶ νώτου, πόλιν Ιαριμ ἀπὸ βορρᾶ [αὕτη ἐστὶν Χασλων] καὶ καταβήσεται ἐπὶ Πόλιν ἡλίου καὶ παρελεύσεται ἐπὶ λίβα, 11καὶ διεκβαλεῖ τὸ ὅριον κατὰ νώτου Ακκαρων ἐπὶ βορρᾶν, καὶ διεκβαλεῖ τὰ ὅρια εἰς Σακχαρωνα καὶ παρελεύσεται ὄρος τῆς Βαλα καὶ διεκβαλεῖ ἐπὶ Ιαβνηλ, καὶ ἔσται διέξοδος τῶν ὁρίων ἐπὶ θάλασσαν. 12καὶ τὰ ὅρια αὐτῶν ἀπὸ θαλάσσης· θάλασσα μεγάλη ὁριεῖ. ταῦτα τὰ ὅρια υἱῶν Ιουδα κύκλῳ κατὰ δήμους αὐτῶν. 13καὶ τῷ Χαλεβ υἱῷ Ιεφοννη ἔδωκεν μερίδα ἐν μέσῳ υἱῶν Ιουδα διὰ προστάγματος τοῦ θεοῦ, καὶ ἔδωκεν αὐτῷ Ἰησοῦς τὴν πόλιν Αρβοκ μητρόπολιν Ενακ [αὕτη ἐστὶν Χεβρων]. 14καὶ ἐξωλέθρευσεν ἐκεῖθεν Χαλεβ υἱὸς Ιεφοννη τοὺς τρεῖς υἱοὺς Ενακ, τὸν Σουσι καὶ τὸν Θολμι καὶ τὸν Αχιμα. 15καὶ ἀνέβη ἐκεῖθεν Χαλεβ ἐπὶ τοὺς κατοικοῦντας Δαβιρ· τὸ δὲ ὄνομα Δαβιρ ἦν τὸ πρότερον Πόλις γραμμάτων. 16καὶ εἶπεν Χαλεβ Ὃς ἐὰν λάβῃ καὶ ἐκκόψῃ τὴν Πόλιν τῶν γραμμάτων καὶ κυριεύσῃ αὐτῆς, δώσω αὐτῷ τὴν Αχσαν θυγατέρα μου εἰς γυναῖκα. 17καὶ ἔλαβεν αὐτὴν Γοθονιηλ υἱὸς Κενεζ ἀδελφὸς Χαλεβ νεώτερος, καὶ ἔδωκεν αὐτῷ τὴν Αχσαν θυγατέρα αὐτοῦ αὐτῷ γυναῖκα. 18καὶ ἐγένετο ἐν τῷ εἰσπορεύεσθαι αὐτὴν καὶ συνεβουλεύσατο αὐτῷ λέγουσα Αἰτήσομαι τὸν πατέρα μου ἀγρόν· καὶ ἐβόησεν ἐκ τοῦ ὄνου. καὶ εἶπεν αὐτῇ Χαλεβ Τί ἐστίν σοι; 19καὶ εἶπεν αὐτῷ δός μοι εὐλογίαν, ὅτι εἰς γῆν Ναγεβ δέδωκάς με· Δός μοι τὴν Γολαθμαιν. καὶ ἔδωκεν αὐτῇ Χαλεβ τὴν Γολαθμαιν τὴν ἄνω καὶ τὴν γολαθμαιν τὴν κάτω. 20αὕτη κληρονομία φυλῆς υἱῶν Ιουδα. 21Ἐγενήθησαν δὲ αἱ πόλεις αὐτῶν· πόλις πρώτη φυλῆς υἱῶν Ιουδα ἐφ' ὁρίων Εδωμ ἐπὶ τῆς ἐρήμου Καιβαισελεηλ καὶ Αρα καὶ Ασωρ 22καὶ Ικαμ καὶ Ρεγμα καὶ Αρουηλ 23καὶ Καδης καὶ Ασοριωναιν 24καὶ Μαιναμ καὶ Βαλμαιναν καὶ αἱ κῶμαι αὐτῶν 25καὶ αἱ πόλεις Ασερων [αὕτη Ασωρ] 26καὶ Σην καὶ Σαλμαα καὶ Μωλαδα 27καὶ Σερι καὶ Βαιφαλαδ 28καὶ Χολασεωλα καὶ Βηρσαβεε καὶ αἱ κῶμαι αὐτῶν καὶ αἱ ἐπαύλεις αὐτῶν, 29Βαλα καὶ Βακωκ καὶ Ασομ 30καὶ Ελβωυδαδ καὶ Βαιθηλ καὶ Ερμα 31καὶ Σεκελακ καὶ Μαχαριμ καὶ Σεθεννακ 32καὶ Λαβως καὶ Σαλη καὶ Ερωμωθ, πόλεις κθ καὶ αἱ κῶμαι αὐτῶν. 33Ἐν τῇ πεδινῇ· Ασταωλ καὶ Ραα καὶ Ασσα 34καὶ Ραμεν καὶ Τανω καὶ Ιλουθωθ καὶ Μαιανι 35καὶ Ιερμουθ καὶ Οδολλαμ καὶ Μεμβρα καὶ Σαωχω καὶ Αζηκα 36καὶ Σακαριμ καὶ Γαδηρα καὶ αἱ ἐπαύλεις αὐτῆς, πόλεις δέκα τέσσαρες καὶ αἱ κῶμαι αὐτῶν· 37Σεννα καὶ Αδασαν καὶ Μαγαδαγαδ 38καὶ Δαλαλ καὶ Μασφα καὶ Ιακαρεηλ 39καὶ Λαχης καὶ Βασηδωθ καὶ Ιδεαδαλεα 40καὶ Χαβρα καὶ Μαχες καὶ Μααχως 41καὶ Γεδδωρ καὶ Βαγαδιηλ καὶ Νωμαν καὶ Μακηδαν, πόλεις δεκαὲξ καὶ αἱ κῶμαι αὐτῶν· 42Λεμνα καὶ Ιθακ 43καὶ Ανωχ καὶ Ιανα καὶ Νασιβ 44καὶ Κειλαμ καὶ Ακιεζι καὶ Κεζιβ καὶ Βαθησαρ καὶ Αιλων, πόλεις δέκα καὶ αἱ κῶμαι αὐτῶν· 45Ακκαρων καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῶν· 46ἀπὸ Ακκαρων Γεμνα καὶ πᾶσαι, ὅσαι εἰσὶν πλησίον Ασηδωθ, καὶ αἱ κῶμαι αὐτῶν· 47Ασιεδωθ καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς· Γάζα καὶ αἱ κῶμαι αὐτῆς καὶ αἱ ἐπαύλεις αὐτῆς ἕως τοῦ χειμάρρου Αἰγύπτου· καὶ θάλασσα μεγάλη διορίζει. 48καὶ ἐν τῇ ὀρεινῇ· Σαμιρ καὶ Ιεθερ Καὶ Σωχα 49καὶ Ρεννα καὶ Πόλις γραμμάτων [αὕτη Δαβιρ] 50καὶ Ανων καὶ Εσκαιμαν καὶ Αισαμ 51καὶ Γοσομ καὶ Χαλου καὶ Χαννα, πόλεις ἕνδεκα καὶ αἱ κῶμαι αὐτῶν· 52Αιρεμ καὶ Ρεμνα καὶ Σομα 53καὶ Ιεμαιν καὶ Βαιθαχου καὶ Φακουα 54καὶ Ευμα καὶ πόλις Αρβοκ [αὕτη ἐστὶν Χεβρων] καὶ Σωρθ, πόλεις ἐννέα καὶ αἱ ἐπαύλεις αὐτῶν· 55Μαωρ καὶ Χερμελ καὶ Οζιβ καὶ Ιταν 56καὶ Ιαριηλ καὶ Ιαρικαμ καὶ Ζακαναιμ 57καὶ Γαβαα καὶ Θαμναθα, πόλεις ἐννέα καὶ αἱ κῶμαι αὐτῶν· 58Αλουα καὶ Βαιθσουρ καὶ Γεδδων 59καὶ Μαγαρωθ καὶ Βαιθαναμ καὶ Θεκουμ, πόλεις ἓξ καὶ αἱ κῶμαι αὐτῶν·
LXX: Jos.15:59 #A
θεκω και εφραθα αυτη εστιν βαιθλεεμ και φαγωρ και αιταν και κουλον και ταταμ και εωβης και καρεμ και γαλεμ και θεθηρ και μανοχω πολεις ενδεκα και αι κωμαι αυτων
60Καριαθβααλ [αὕτη πόλις Ιαριμ] καὶ Σωθηβα, πόλεις δύο καὶ αἱ ἐπαύλεις αὐτῶν· 61καὶ Βαδδαργις καὶ Θαραβααμ καὶ Αινων καὶ Αιχιοζα 62καὶ Ναφλαζων καὶ αἱ πόλεις Σαδωμ καὶ Ανκαδης, πόλεις ἑπτὰ καὶ αἱ κῶμαι αὐτῶν. 63καὶ Ιεβουσαῖος κατῴκει ἐν Ιερουσαλημ, καὶ οὐκ ἠδυνάσθησαν οἱ υἱοὶ Ιουδα ἀπολέσαι αὐτούς· Καὶ κατῴκησαν οἱ Ιεβουσαῖοι ἐν Ιερουσαλημ ἕως τῆς ἡμέρας ἐκείνης.
Copyright information for LXX